Ancient Greek
1553
Damascius, In Parmenidem 1553
Unproofread scanNot analysed yet
ὡς προφαινόμενα. Πρὸς δὲ τούτοις καὶ ἐκεῖνο νῦν ἤδη διοριστέον ὅτι οὐκ ἄλλο μὲν τὸ ἕν ἐν τῇ ψυχῇ, ἄλλο δὲ τὸ οὐχ ἕν, οὐδὲ ἄλλο μὲν τὸ ὄν, ἄλλο δὲ τὸ οὐκ ὄν, οὐδὲ τὸ ἔγχρονον ἄρα ἄλλο καὶ τὸ ἄχρονον. Διασπάσομεν γὰρ οὕτω τὴν ψυχὴν εἰς οὐσίαν καὶ γένεσιν, καὶ σύνθετον αὐτὴν ποιήσομεν. Ἀλλ' ὥσπερ ἐν τοῖς εἰς