Ancient Greek
1631
Damascius, In Parmenidem 1631
Unproofread scanNot analysed yet
ἀπαντᾶν· κάτεισιν γὰρ ὅλη ἡ ψυχή· γενητὴ γὰρ ὅλη δι᾽ ὅλης, καὶ τὸ ἄχρονου κάτεισιν καὶ τὸ ὄν, ὅτι καὶ ἔγχρονον ἦν καὶ γιγνόμενον τὸ αὐτό, πλὴν οὐχ ὁμοίως, ἀλλ᾽ ὅσον τῆς ψυχῆς κατὰ τὸ μᾶλλον οὐσίωται, τοῦτο ἦτιον κάτεισιν, ὅσον δὲ μᾶλλον κατὰ τὸ γιγνόμενον, ἐκεῖνο πλέον· καὶ οὐ δεήσεται τοῦ ἐξαίφνης τὸ ἐξαίφνης. Οὐ γὰρ ᾗ ἐξαίφνης κάτεισιν,