Ancient Greek
1632
Damascius, In Parmenidem 1632
Unproofread scanNot analysed yet
ἀλλ᾽ ᾗ γενητόν· ᾗ δὲ γενητὸν ἔχει τὸ ἐξαίφνης ἐγκεκραμένον· οὐκ ἄρα ἐπ᾿ ἄπειρον ἥξομεν εἰ κατίοι τὸ ἄχρονον τῆς ψυχῆς, ὅτι ἦν καὶ τοῦτο ἔγχρονον. Καὶ δὴ πρὸς τὸ δέκατον ἀποκρινοῦμαι συντόμως ὅτι τῇ μὲν ἰδιότητι πρὸ ἀμφοῖν, τῇ δὲ συγκράσει μέσον ἀεὶ πανταχοῦ παρόν, τῇ δὲ μεταβολῇ μετὰ τὰς ἐναντιώσεις. Τότε γὰρ παραφαίνεται κατὰ τὰς μετασλάσεις τῶν ἀντικειμένων,