Ancient Greek
1633
Damascius, In Parmenidem 1633
Unproofread scanNot analysed yet
καίτοι πάντη ἀεὶ τῷ γιγνομένῳ ἐνόν. Ἀλλὰ μὴν καὶ πρὸς τὸ ἑνδέκατον τοῦτο μὲν τὸ ἐξαίφνης ἀμερὲς ἐστὶ τῇ ἰδιότητι, καὶ διὰ τοῦτο ἄχρονον, ἐκεῖνο δὲ χρόνου μέτρον ἦν καὶ διάστημα ὡς ἐδείκνυμεν, καὶ ἐκεῖνο μὲν ἐκάλει νῦν, ἵνα τὸν ἐνεσιῶτα δηλώσῃ χρόνον, τοῦτο δὲ ἐξαίφνης ὠνόμασεν ὡς ἐκ τῶν ἀφανῶν καὶ ἐξῃρημένων αἰτίων ἧκον εἰς τὴν ψυχήν. Εἰ