Ancient Greek
1655 to 1656
Damascius, In Parmenidem 1655-1656
Unproofread scanNot analysed yet
μεταβαλλόμενον. Τάχα δὲ τὸ κινούμενον καὶ ἕσιώς αὐταῖς ἀρμόσει, ὡς ἡ μετέχούσαις οὐσίας καὶ πρὸς αὐτῇ ἱσταμέναις, ἢ μὴ μετεχούσαις καὶ κινηθείσαις, ἢ καὶ μόνον κινουμέναις τε καὶ ἑσιώσαις ἄνω καὶ κάτω, γένεσιν δὲ ἢ ἀπώλειαν ἢ μερισμὸν ἢ συναθροισμὸν ἢ ὁτιοῦν μεταβολῆς οὐσιώδους οὐ πασχούσαις, ἀλλ’ οἷον κατὰ τόπον μόνον κινουμέναις τε καὶ ἑσιώσαις. Εἶτα ἐπάγει τὴν τοῦ τρίτου συμπεράσματος ἀπόφασιν, λαβὼν μὲν πάλιν τὸ ἕν καὶ τὰ πολλά, ὡς τέλη ἐν οἷς ὁρᾶται τὴν στάσιν. Τῷ γὰρ ὄντι ἡ στάσις ἐν τέλει βούλεται ἀποβαίνειν· κινεῖται γὰρ τι ἕως ἂν φθάσῃ τι τέλος· εἶτα ἕστηκεν· ὥστε κίνησις τὸ εἶναι ἐπὶ τὰ πολλά καὶ εἶναι ἐπὶ τὸ ἕν. Ὡς τε καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτὸ νοητέον, ὡς