Ancient Greek
1657
Damascius, In Parmenidem 1657
Unproofread scanNot analysed yet
μὲν ἐν τέλεσιν οὖσαν τὴν στάσιν, ὡς δὲ ἐπὶ τέλει τὴν κίνησιν· ὥστε τὸ οὔτε ὅμοιον οὔτε ἀνόμοιον, οὔτε ὁμοιούμενον οὔτε ἀνομοιούμενον, ταῦτα μὲν κινήσεις, ἐκεῖνα δὲ στάσεις, ὥσπερ ἐκ τῶν εἰδῶν ἐνδείκνυται. Διότι οὐκ ἦν τῶν στάσεων ὀνόματα κατὰ τὰ εἴδη, ὡς τῶν κινήσεων τὸ ἀνομοιούμενον καὶ ὁμοιούμενον· ὥστε τὰ αὐτὰ ἐφίστημι καὶ περὶ ἰσότητος καὶ ἀνισότητος. Ἐτι περὶ