Ancient Greek
1681
Damascius, In Parmenidem 1681
Unproofread scanNot analysed yet
τὴν οὐσιώδη μέθεξιν καὶ εἴσω τοῦ ὅλου χωροῦσαν εἴδους· ὥστε αἱ ἀεὶ ἐνέργειαι ἀλλοιουμένην μὲν αὐτὴν ἀπελέγχουσιν, καὶ ὡς ἀπ’ ἀλλοιου- μένης προΐασιν, οὐ κινοῦσι δὲ αὐτῆς τὸ κατὰ ἀριθμὸν εἶδος, ἢ οὐδὲ ὡς ἀπὸ τοιούτου προΐασιν, ἀτε μεταβαλλόμεναι. ὅλη μέντοι δι’ ὅλης τοιάδε, μήποτε δὲ καὶ ὡς ἀπὸ ἀμετάβλητου, ἀλλ’ ἤδη τὴν μεταβολὴν ὡδίνοντος· τοιούτου γὰρ καὶ τὸ ἀμετάβλητον