Ancient Greek
1682
Damascius, In Parmenidem 1682
Unproofread scanNot analysed yet
τῆς ψυχῆς, ἐπεὶ οὐδὲ χωρὶς μὲν τὸ ἀλλοιούμενον, χωρὶς δὲ τὸ ἀναλλοίωτον ἐλέγομεν, ἀλλὰ ταυτόν, κατὰ ἄλλο δὲ καὶ ἄλλο ταυτόν, ἀμετάβλητον ἄμα καὶ μεταβαλλόμενον. Πρὸς δὲ τὰ δεύτερα φήσωμεν ὅτι μένει ἐπ’ ἄπειρον τὸ ψυχῆς εἶδος ἀεὶ τὸ αὐτό, ἄλλοτε καὶ ἄλλως διατιθέμενον τὸν εἰρημένον τρόπον. Πρὸς δὲ τὰ τρίτα τῶν ἀπορημάτων, ὅτι οὐδὲν ἦτλον αὐτοκίνητος ἡ ψυχή, ἀτε