Ancient Greek
1683
Damascius, In Parmenidem 1683
Unproofread scanNot analysed yet
κατὰ ἀριθμὸν ὅλη ἀεὶ μένουσα· καὶ κατ’ αὐτὸ δὲ τὸ ἀλλοιούμενον, οὐτ’ ἄλ- λοιωτὸς ἔστιν, ἑαυτὴν γὰρ ἑκάσταις προσάγει ταῖς ἀλλοιώσεσι· πλὴν ὅτι ἡ ἡμετέρα καὶ ἀκουσίως ἀλλοιοῦταί πότε, εἰ καὶ τὸ ἐνδόσιμον αὐτῇ παρέσχετο ἐξ ἀρχῆς τῆς ἀκουσίου καὶ βιαίας ἀλλοιώσεως. Καὶ μὴν πρὸς τὰ τέταρτα ῥάδιον εἰπεῖν ὅτι πολλῷ μᾶλλον τοῦ οἰκείου σώματος ἡ ψυχὴ μένει κατὰ ἀριθμόν,