Ancient Greek
1706
Damascius, In Parmenidem 1706
Unproofread scanNot analysed yet
ἄπειρον ἀπὸ τῆς τελευτῆς ἑκάτερας, ὅτι καὶ τοῦτο ἐπὶ τῆς τρίτης ἑωρῶμεν τῶν τε νοητῶν, ὅπου τὸ ἄπειρον πλῆθος, καὶ τῶν νοητῶν καὶ νοερῶν, ὅπου τὸ συγκλεῖον πέρας ἢ ὅλως τὰ ἔσχατα ἔχον. Ἀλλὰ μὴν τὸ ἐξῆς ἕκτον δῆλον ὅθεν ἐλήλυθεν· διὰ τί δὲ ταῦτα μόνα παρεῖληφεν, καὶ τίς ἡ τάξις αὐτῶν; ἢ ταῦτα μάλιστα εἰδοποιεῖ τὴν τῶν ἄλλων φύσιν,