Ancient Greek
1707
Damascius, In Parmenidem 1707
Unproofread scanNot analysed yet
ὡς μὲν ἀπλῶς ὄντων, τὰ πρότερα τρία, ὡς δὲ εἰκόνων, τὰ δεύτερα. Ἔστιν γὰρ καὶ τὰ ἄλλα εἴδη ἃ ἔστιν. Ἔστι μέντοι ὁμοιώματα τῶν πρὸ αὐτῶν· καὶ τὸ μὲν ἔχει κατὰ πρόοδον τὴν ἀπὸ τῶν αἰτίων εἰς ἔσχατον προελθοῦσαν, τὸ δὲ κατ’ ἐπιστροφήν τὴν εἰς τὰ αἴτια ἀπὸ τῶν ἐσχάτων ἀναγομένην. Διὰ τοῦτο μὲν ἡ πρώτη τριάς προτέτακται τῆς δευτέρας·