Ancient Greek
1762 to 1764
Damascius, In Parmenidem 1762-1764
Unproofread scanNot analysed yet
πάντως. ὑφίστησι Β. πυρίου; ενόν Β. αὐτο- τοῦ πρώτου ἴχνος συνουσιωμένον, καὶ διὰ τοῦτο οὐκ ἄλλο λέγεται· ἄλλα δὲ ἡ ὕλη ὡς πολλὴ αἱ ὕλαι, καὶ τοσαῦται ὅσαι αἱ παράγουσαι ἐνάδες· ἐντιθέασιν γὰρ αὐτῇ πᾶσαι τὰς οἰκείας φύσεις, ἀλλὰ τὰς ἀπορρήτους. Οὕτω δὲ προοργάσασαι τῷ ἀπορρήτῳ πλήθει μετὰ ταῦτα καὶ τῷ προβαλλομένῳ τὴν οὐσίαν ἑκάστῳ ἑκάστην δευτοποιοῦσιν, ὅπου καὶ τὸ δυνάμει τρανὲς ἀναφαίνεται καὶ ὤν, ὠδίνουσα τὴν ὑποδοχὴν τῶν εἰδῶν. Ἐκεῖνο δὲ ἀπόρρητον ἦν ἐπιτηδειότης ὅτι καὶ ἐν ταῖς ἑνάσιν οἰστικὸν ἦν τῶν ῥητῶν τὸ ἀπόρρητον, ὡς ἐν τῇ ὕλῃ δεκτικόν· ἀλλὰ ἄρα ἡ ὕλη ἡ ἐσχάτη οἷον ἀπόρρητα ἄλλα· τὰ δὲ ἐν αὐτῇ δυνάμει πρὸς εἰδοποιίαν ἢ οὐσίαν πρόδρομα ἦν ἴχνη τῶν ἰχνῶν καὶ τῶν εἰδῶν. Διὸ καὶ ταῦτα οὐ συνεἰληπτα τοῖς προτέροις ἄλλοις· τάχα δὲ ἡ μὲν ὕλη χωρὶς καὶ τὰ εἴδη χωρὶς, ἐν δὲ τῇ συνόδῳ προτρέχει τι ἀπὸ τῶν εἰδῶν εἰς τὴν ὕλην, ὃ δυνάμει καλοῦμεν τὸ συνεγνωσμένον. Οὐκοῦν καὶ πρὸς τὸ ἐν ἕκαστον ἄλλα ἡ ὕλη κατὰ τὸ ἀπόρρητον· πάλιν αὖ πρὸς ἕκαστον· τὸ δὲ ἐν ὕλῃ δυνάμει παρεῖται, ὡς ἐν τῇ