Ancient Greek
1765
Damascius, In Parmenidem 1765
Unproofread scanNot analysed yet
συνόδῳ προσγιγνόμενον. Τί οὖν ἐροῦμεν καὶ πρὸς τὸ τέταρτον; ἢ ὅτι ἀφαιρεῖ καὶ τὸ ἕν, καὶ ἡ ὕλη οὐδέν· ἀλλ’ οὐχ ὡς τὸ μηδαμῶς ὤν, μηδὲ ὡς ἄρρητον, ἀλλ’ ὡς ἔσχατον ἀπήχημα τοῦ πρωτίστου· διτλὸν γὰρ τὸ οὐδέν, τὸ μὲν κενὸν ὄνομα καὶ πρᾶγμα, εἰ οἷόν τε εἰπεῖν, τὸ δὲ κατὰ τὸ ἀπόρρητον φύσει ἐκφεῦγον καὶ τὴν τοῦ ἕνος Θέσιν.