Ancient Greek
1766 to 1769
Damascius, In Parmenidem 1766-1769
Unproofread scanNot analysed yet
Λέγωμεν οὖν πρὸς τὸ πέμπτον ὅτι συνάγει ὡς οὔτε ἕν οὔτε πολλά, οὔτε ὅλον οὔτε μέρη, οὔτε ἀριθμὸς ἐπὶ τούτοις. Φαίνεται δὲ μεταλαβὼν εἰς ἀριθμὸν τὸ πεπερασμένον καὶ ἄπειρον, καὶ ἀντὶ τούτου τὸ μὴ ἀριθμοῦ μετέχειν συναγωγῶν, ὡς ταχίστην αὐτῷ παρεχόμενον ἀπόδειξιν τῆς τῶν ἄλλων εἰδῶν ἀποφάσεως, ἐπεὶ τὰ γε ἄλλα ὁμοίως ἐπὶ τούτων ἀπέφησεν, ὡς ἐπὶ τῶν προτέρων ἄλλων κατέφησεν· ὥστε καὶ τάξις ἡ αὐτὴ καὶ αἰτία ἀφ’ ὧν πρόεισιν, πλὴν μετὰ τὴν δευτέραν τριάδα προσλίθησιν. Αλλὰ τὸ μήτε γίγνεσθαι μήτε ἀπόλλυσθαι, καὶ τὸ μήτε μεῖζον μήτε ἕλαττον εἶναι, μηδὲ αὖ ἴσον, τὴν ὕλην, περιλαβὼν μὲν καὶ ταῦτα ἐν ταῖς παραληφθείσαις ἐκεῖ ἐναντιώσεσι, νῦν δὲ ρητων συνεγνωμένον. πρὸς τὸ Δ°. πρὸς τὸ Ε°. μετέχει. αἰτία. πολλαι ὕλαι ὠδίνουσι. ῥητῶν ἀπορρήτων πρὸς τὸ δ°. οὐδέν] οὐδ’ ἕν. Θέσιν] φύσιν γρ. Θέσιν. πρὸς τὸ ε°. μεταβαλὸν καὶ ὀνομάσας, ἵνα καὶ ἀγέννητον καὶ ἄφθαρτον ἐπιδείξῃ τὴν ὕλην, καὶ ὑποδοχὴν πάσης τῆς γενέσεως· καὶ οὐδὲ μέγα οὐδὲ μικρόν, ὡσάν τῳ καὶ δόξειεν εἰρηκέναι ὁ Πλάτων. Καὶ ὅτι ἀσώματος πάντη καὶ ἄποσος καὶ ἀσώματος καὶ ἀμεγέθης· ταῦτα γὰρ μάλιστα περὶ αὐτὴν ἐφαντάζετο. Οὕτως ἄρα τὰ χαρακτηριστικὰ μάλιστα τῶν πραγμάτων συμπεραίνεται. Νοητέον δὲ ὅτι καὶ τὴν τριτλὴν εἰδοποιίαν τῶν προτέρων ἄλλων ἀποφασκομένην ἀπὸ τῶν δευτέρων, ἵνα καὶ τὴν ἀπόρρητον ἐν αὐτῇ θεασώμεθα ἀποφαντικὴν διακόσμησιν. Διὰ τί οὖν μόνον τὸ τρίτον συμπέρασμα τῆς πρώτης τριάδος ὑπήλλαξεν; ἄρα δι’ εὐπορίαν ἀποδείξεως; ἢ καὶ πρὸς τὰ πράγματα ἀποβλέπων, ὅτι καὶ ὁ Τίμαιος ἀριθμοῖς