Ancient Greek
1795 to 1796
Damascius, In Parmenidem 1795-1796
Unproofread scanNot analysed yet
ἐξηγήσεσιν τῶν λεγομένων. Ἔτι δὲ ἐκ τρίτων καὶ ἡ δευτέρα ὑπόθεσις ἀδύνατα ἂν οὕτως συνάγοι πρὸς τὴν πρώτην, ἄτε καταφατικὴ πρὸς ἀποφατικὴν, καὶ ἡ τρίτη πρὸς τὴν δευτέραν, καὶ πρὸς τὴν τρίτην ἡ τετάρτη, καὶ πρὸς τὴν τετάρτην ἡ πέμπτη. Τί οὖν ἡμεῖς ἐροῦμεν; ἢ ὅτι προηγουμένως ἐν ταῖς δύο ταύταις ὑποθέσεσιν πράγματα παραδίδωσιν, καὶ οὐδὲν ἀδύνατον. Πᾶσι γὰρ ἐπεξιὼν τῇ τοῦ ἑνὸς καὶ τῶν ἄλλων ἀπὸ τῆς ἄκρας ἑνώσεως ἄχρι τῆς διαπεφορημένης τοῦ ἑνὸς ἐμφάσεως καὶ τῶν ἄλλων βούλεται τὸν λόγον προαγαγεῖν. Ὡς γὰρ τὸ ἔσχατον τοῦ ὄντος ἤδη τὸ μὴ ὄν ἐν τῷ μὴ εἶναι ἔχον τὸ εἶναι, ὡς καὶ αὐτὸς ἔρει ὁ Παρμενίδης, οὕτω καὶ τοῦ ἑνὸς ἡ ἀποπεράτωσις ἐν τῷ μὴ εἶναι ἐν