Ancient Greek
1797
Damascius, In Parmenidem 1797
Unproofread scanNot analysed yet
ἔχει τὸ εἶναι ἐν· καὶ τὰ ἄλλα τῷ τοιούτῳ ἐνὶ ἀνάλογον. Ἐν δὲ ταῖς ἄλλαις δύο, τῇ τε ἕκτῃ καὶ τῇ ἐνάτῃ τὰ ἀδύνατα συνάγεσθαι φήσομεν, ἄτε παντάπασι τοῦ ἑνὸς ἀναιρουμένου, καὶ ἀπ’ αὐτῆς τῆς ἐσχάτης ἐμφάσεως· καὶ γὰρ ἡ μέθοδος ἐξ ἀρχῆς ἡ παρμενίδειος τὸ εἶναι διήρει καὶ τὸ μὴ εἶναι ἁπλῶς. Ἀλλ’ ὁ Πλάτων, ὥσπερ ἐν τῷ Σοφιστῇ,