Ancient Greek
1858
Damascius, In Parmenidem 1858
Unproofread scanNot analysed yet
τοσοῦτον αὐτὸ διακοσμοῦν, καθόσον καλύπτει αὐτοῦ τὸ αἴσχος, καὶ ἐν αὐτῷ εἶναι ἐσπούδακεν, καὶ οὐκ ἐᾷ αὐτὸ πᾶν τῶν ὄντων ἀποπλανηθήναι. Τοιοῦτον δὲ ὂν τὸ σύνθετον ὅρα καὶ ὅτι οὔτε εἶδος μόνον ἐστί οὔτε ὕλη μόνον, ἀλλὰ τὸ συναμφότερον, καὶ οὔτε ἐν ὕλῃ μόνον οὔτε ἐξ ὕλης μόνον, ἀλλὰ πάλιν τὸ συναμφότερον, καὶ οὔτε ἐκ συμφερομένων ἀλλήλοις οὔτε ἐκ μενόντων,