Ancient Greek
1859 to 1860
Damascius, In Parmenidem 1859-1860
Unproofread scanNot analysed yet
ἀλλὰ καὶ τοῦτο συναμφότερον. Ὅπη δὲ καὶ ὅπως, εἴρηται· νῦν δὲ ἐκεῖνο λέγομεν ὅτι μιμεῖται τὸ σύνθετον τὴν τοῦ ἑνὸς ὄντος μίαν σύγκρασιν, ἐξ ὑποκειμένου ὂν καὶ εἴδους ἐκείνου ἐξ ὄντος καὶ τοῦ συντεταγμένου ἑνός. Ἀναλογεῖ δὲ τῷ μὲν ὄντι τὸ εἶδος, τῷ δὲ ἐνὶ ἡ δυνάμει ὕλη. Ἐν μὲν δὴ τῇ τετάρτῃ ὑποθέσει τὰ εἴδη κατὰ τὸ ἑαυτῶν ἐνέργεια μόνον ἐθεωρεῖτο, ἔχοντα μὲν τὸ ἐν κατὰ μέθεξιν, ἀλλὰ τὸ ἀσύνθετον, ὃ καὶ ἐν τῷ ὄντι ἢν, κατ’ αὐτὴν λέγω τὴν οὐσίαν τοῦ ὄντος, οἷον καὶ τὸ ψυχικὸν ἑωρᾶτο πρῶτον· ἐν δὲ τῇ πέμπτῃ τὸ ἀπόρρητον ὑπεστήσατο τῆς ὕλης, οἷον τὴν ὑποδοχὴν τοῦ ὄντος, καὶ τῶν εἰδῶν καὶ τῶν προδρόμων ἐμφάσεων· ἄμα δὲ τῷ συνθέτῳ πᾶντα συνεισάγεται·