Ancient Greek
203
Damascius, In Parmenidem 203
Unproofread scanNot analysed yet
περιέχει, μονοειδής· ἡ δὲ περιέχεται, μέρη ἔχει καὶ ἐστὶ πολύς, πλήθους ἐστὶν συναγωγὸς ὁ αἰών. Διὸ καὶ πρὸ τοῦ πλήθους ἐστὶ προσεχῶς· καὶ ἐν αὐτῷ ἄρα πλῆθος, ἀλλ’ οὕτω φανέν· εἷς ἄρα πολὺς καὶ ὁ αἰών. Ἐπεὶ καὶ ἐν τοῖς ἐξῆς οἱ Θεολόγοι τοὺς πολυμόρφους Θεοὺς αἰῶνας καλοῦσι διὰ τήνδε τὴν φύσιν τοῦ πρώτου αἰῶνος. Ἀλλὰ μὴν καὶ ἡ ζωὴ