Ancient Greek
204 to 206
Damascius, In Parmenidem 204-206
Unproofread scanNot analysed yet
τῇ μὲν σιᾶσει μονοειδὴς ἐστί, τῇ δὲ κινήσει πολυειδής· πᾶσα γὰρ κίνησις πόθεν σοῖ ὁδὸς εἶναι βούλεται· ὁμοῦ ἄρα καὶ ἡ ζωὴ μονὰς πολυμερής. πρὸς τὸ δὴ δὲ Β πρὸς τὸ καὶ πολλοὶ μετὰ τὸν καὶ ἀπὸ τοῦ δὸς ἦ Πρὸς τοίνυν τὸ τρίτον αὐτὸς μὲν ἀπεκρίνατο τὴν ὁλότητα δεῖν ἐν συντεταγμένοις εἶναι μέρεσιν, ἐν δὲ τῇ ἀκρότητι τῶν νοητῶν ἐξηρῆσθαι πάντη τὸ ἐν ἀπὸ τοῦ ὄντος· ἔτι δὲ ἐκεῖ μὲν εἶναι μετεχόμενον καὶ μετέχον, οὐ γίγνεσθαι δὲ ἐκ τούτων ὁλότητα· οὐδὲ γὰρ ἐκ τῶν αἰσθητῶν καὶ τῶν νοητῶν μία ὁλότης, ἐπειδή τὰ μὲν μετέχει, τὰ δὲ μετέχεται. Ἔδει δὲ συνιδεῖν ἐν μὲν ὅτι οὐχ οὕτως ἐν τῇ ἀκρότητι τῶν νοητῶν τὸ μετέχον καὶ τὸ μετεχόμενον, ὡς πρῶτον καὶ δεύτερον. Ἄμελει καὶ τὸ πρῶτον ποιεῖ τοῦ δευτέρου μετέχον· ἀλλ’ ὡς τὸ δεύτερον ἐν τῷ πρώτῳ ὄν, καὶ ὑπ’ ἐκείνου καταπινόμενον· ν. νον· ἕτερον δὲ ὅτι ὅσῳ μᾶλλον ἐξήρηται τὸ ἐν, τοσούτῳ μᾶλλον αὐτῷ συντέτακται τὸ ὄν, ἄτε μείζονι ῥύμῃ τοῦ ἑνὸς κρατουμένου· καὶ αὐτὸ γε ἔρρωμενέστερον, εἰς τὸ ἐν ἀναχεόμενον, καὶ τὸ μὲν ὡς τι