Ancient Greek
343 to 347
Damascius, In Parmenidem 343-347
Unproofread scanNot analysed yet
ὁμοῦ ἕτερον· ὁ δὲ καθόλου ἄνθρωπος ἄτομον εἶδος, εἰ μὴ γεννώσῃ ἀνθρώπεια εἴδη μερικώτερα· εἰ δὲ γεννώσῃ, οὐκ ἄτομον. Οὕτω καὶ Θεὸς ἄτομος, ὁ μὴ Θεούς, ἀλλ’ ἤδη τὰ κρεῖττω γένη παραγών· ἀνάγκη γὰρ ἢ ἐπ’ ἄπειρον γίγνεσθαι τὴν πρόοδον, ἢ τὸν ἔσχατον Θεὸν καθ’ ἑκάστην σειρὰν μὴ τίκτειν Θεούς, ἀλλὰ δαίμονας. Οὗτος δὴ ἐστίν ὁ ἄτομος. Οὐκοῦν καὶ οὐράνιος ἄτομος ὁ ἤδη τὸν ὑποσέληνον παράγων, οὐδένα δὲ οὐράνιον, καὶ ὑπερκόσμιος ἄτομος ὁ μόνον ἐγκόσμιον, καὶ νοερὸς ὁμοίως ὁ μὴ νοερόν, ἀλλ’ ὑπερκόσμιον ἀποτίκτων. Οὕτω δὲ καὶ ὁ νοητὸς καὶ νοερὸς ἄτομος ὁ μὴ τὸν αὐτὸν, ἀλλὰ τὸν νοερόν· οὕτως ἄρα καὶ νοητὸς Θεὸς ἄτομος, ὁ μηκέτι νοητὴν γέννησιν ποιούμενος, ἀλλ’ ἤδη τὴν ἐφεξῆς, οὐκ ἐκεῖνο τοῦ λόγου λέγοντος ὅτι ὁ δεύτερος ἀεὶ διάκοσμος ἐκ τῶν ἀτόμων τοῦ προτέρου προέρχεται· τὸ γὰρ τῶν ὁμοουσίων γεννητικὸν οὐδὲν κωλύεται, καὶ τῶν ἑτερωνύμων εἶναι παρακτικόν· ἄτομος δὲ ὁ τούτων μόνος αἴτιος. πρὸς τὸ Δο. παρακτικόν. Ἄλλὰ Οι έλθη Β. ἄτομος] ἄπειρος γρ. ἄτομος. τὸν ἐφεξῆς Β. παρεκτικὸν Β; παραιτι- κῶν Α. ἀλλὰ δὴ πέρπλον ἐζητεῖτο πῶς ἄπειρον τὸ πλῆθος τῶν μορίων ἐν τῷ νοητῷ· οὐ γὰρ δὴ τῷ ποσῷ φήσομεν· οὐδὲ γὰρ ἐν τῇ ἐσχάτῃ ὕλῃ ὁμοῦ τὰ ἄπειρα, πόσῳ δὴ ἦτον ἐν τῇ νοητῇ ἐνώσει τὸ ἄπειρον ἂν γένοιτο πλῆθος. Ἄρα οὖν ταῖς ἡμετέραις ἐπιβολαῖς ἀδιεξήτητον; καὶ τί τοῦτο θαυμασιδὸν ἐπὶ τῶν νοητῶν; ὅ γε καὶ ἐν τῷ μαθητικῷ κύκλῳ φαίνεται. Πῶς δὲ καὶ ἀδιεξήτητον; εἰ γὰρ καὶ πρὸς ἕνα βίον, ἀλλ’ ἐν γε τῷ παντὶ χρόνῳ διεξοδεύσει τὸ νοητὸν ἡ ψυχή, εἴπερ πεπέρασται· ἀλλ’ ἄρα ἄπειρον ὡς ὑπ’ οὐδένος τῶν δευτέρων περιεχόμενον, καὶ ἀπεράτωτον ὑπ’ αὐτῶν, καὶ ἀπ’ αὐτῶν ἐξηρημένον; ἢ καὶ πᾶν τὸ ὀλιγώτερον ταύτῃ γε ἄπειρον. Καὶ γὰρ ἡ ἐμὴ ψυχὴ ὑπὸ τοῦ σώματος ἄπεράτωτος, καὶ ὁ οἶκος ἄπειρος πρὸς τὸ ἐμὸν σῶμα· ὅλως