Ancient Greek
348
Damascius, In Parmenidem 348
Unproofread scanNot analysed yet
δὲ οὐ πρὸς τι ἄπειρον, ἀλλ’ ἀπλῶς ἀπεφήνατο ἄπειρον πλῆθος ὁ Παρμενίδης. Αλλὰ μήποτε ὡς παντελὲς ἔφη τὸ ἄπειρον· εἶναι γὰρ δή τινα καὶ τοιαύτην ἔννοιαν τοῦ ἀπείρου. Παντελὲς οὖν πλῆθος, ὃ ἐπεφύκει καὶ ἐφ’ ὅσον προιέναι τὸ νοητόν, ἴσως ὅτι τοῦ ἀπείρου οὐδὲν πλεῖόν ἐστιν, οὐδὲ μεῖζον· ταύτῃ ἂν σημαίνοι τὸ παντελές· ἀλλὰ κοινὸν καὶ τοῦτο πρὸς πᾶν πλῆθος