Ancient Greek
351
Damascius, In Parmenidem 351
Unproofread scanNot analysed yet
ἄπειρον, ἀλλ’ ἢ ἀπείρου μετέχει· καὶ γὰρ πεπερασμένον ἢ πέρατος. Ἔτι δὲ ὅπου τὸ ἄπειρον καὶ ἢ τὸ πέρας πάντως διὰ τὴν ἀντίθεσιν. Ἔστιν ἄρα καὶ πεπερασμένον τὸ ἄπειρον πλῆθος. Πῶς οὖν εἴρηται μόνον ἄπειρον, εἴτε κατὰ μέθεξιν, εἴτε καθ’ ὑπαρξιν; Μήποτε οὖν ἀντὶ πάντων ἐκεῖνο ῥητέον ὅτι τοῦ νοητοῦ πλήθους αὕτη φύσις ἐστὶν καὶ νόησις, εὑροῦσα τὴν ἐκείνου φύσιν.