Ancient Greek
349 to 350
Damascius, In Parmenidem 349-350
Unproofread scanNot analysed yet
καθ’ ἕκαστον διάκοσμον. Ἔτι δὲ ἡ τοῦ λόγου ἀνάγκη οὐδαμοῦ ἴσησιν τὴν διαίρεσιν, ὡς δοκεῖ· καὶ ἀπὸ τούτου συνάγει τὸ ἄπειρον, οὐκ ἂν εἰ γε μόνον ἐδήλου τὸ παντελές. Ἀλλ’ ἔτι καὶ τοῦτό φησιν, ὅτι καὶ τῶν ἐπ’ ἀπείρου γιγνομένων καὶ φθειρομένων ἐκεῖνο αἴτιον· ἀλλ’ οὔτε τοῦτο ἐξαιρετὸν τοῦ νοητοῦ, οὔτε ὡς αἴτιον τοῦ γιγνομένου τῆδε ἀπείρου πλήθους, ἀλλ’ ὡς αὐτῶς γιγνόμενον ἄπειρον, οὕτω διέξεισιν. Ἄρα οὖν ὡς ἀπειροδύναμον; ἀλλὰ καὶ τοῦτο κοινόν· ἔτι δὲ οὐδὲ πλήθους ἴδιον· καὶ γὰρ τὸ ἐν οὐδὲν κωλύει ἀπειροδύναμον εἶναι. Ἄρα οὖν τὴν ἰδιότητα ἄπειρον, καὶ ἢ πλῆθος; τὰ γὰρ πολλά, ἢ πολλά, ἄπειρα· πεπέρασται δὲ ὅταν ἐν ἢ τὸ ὅλον· ἢ καὶ τοῦτο μὲν κοινὸν παντὸς πλήθους, εἴτε οὐδὲ ἢ πλῆθος