Ancient Greek
374
Damascius, In Parmenidem 374
Unproofread scanNot analysed yet
καὶ οἱ πρῶτοι τῶν νοερῶν ἀμισθύλλευτοι· πάντως μὲν γὰρ καὶ ἐν τούτοις εἰσὶ Θεοὶ μερικώτεροι. Ἄλλ’ οὕτως ἥνωνται πρὸς τὰς οἰκείας ὁλότητας, ὡς μηδὲ μεμερίσθαι δοκεῖν· ὁ δὲ μερισμὸς ἐμφανὴς ἀπὸ τῆς πηγαίας Ἑκάτης ἄρχεται, καὶ μάλιστα ἀπὸ τοῦ δὶς ἐπ’ ἑκεῖνα. Ἐπεὶ καὶ αἱ ἴυγγες οὐ τρεῖς μόνον, ἀλλὰ πλείους· Φησὶ γὰρ ὁ χρησμῳδῶν Θεός· πολλαὶ μὲν δή πᾶσαι