Ancient Greek
375 to 376
Damascius, In Parmenidem 375-376
Unproofread scanNot analysed yet
ἐπεμβαίνουσι φαεινοῖς κόσμοις ἐνθρώσκουσιν· ἐν αἷς ἀκρότητες ἔασιν τρεῖς. . . καὶ οἱ συνοχεῖς οὐ τρεῖς, ἀλλὰ πολλοὶ ἕκαστος· περὶ μὲν γὰρ τοῦ ἐμπυρίου λέγεται· τοῖς δὲ πυρὸς νοεροῦ νοεροῖς πρηστῆρσιν ἅπαντα εἴκαθε δουλεύοντα. πρὸς τὸ Θῷ. μὴ δέ, ἐπεμβαίνουσιν. ταύτῃ δέ] ταύτῃ δή. εἰσόμεθα] πρὸς τὸ Θ’. οἱ νοεροὶ ἑκάστης σῆ. Β ση. Περὶ δὲ τοῦ ὑλαίου· ἀλλὰ καὶ ὑλαίοις ὅσα δουλεύει συνοχεῦσι. Πολλοὶ μὲν δὴ ἕκαστοι οἱ πηγαῖοι Θεοί, καὶ πρὸ πάντων ἡ πηγὴ τῶν πηγῶν. Ἀλλὰ ἡ ἕνωσις ἐπικρατοῦσα, καὶ οὐκ ἔξωσα ἔξω τὸ πλῆθος προσελθεῖν, μονοειδεῖς εἶναι τοὺς περιέχοντας τὸ τοιοῦτον πλῆθος Θεοὺς ἀποφαίνει. Ὁ δὲ Ὄρφεὺς καὶ τὸ ὁπωσοῦν τούτων διωρισμένον ὁρῶν, πολλὰ γένη Θεῶν ἐν ἑκάστῳ διακόσμῳ παραδίδωσιν, τοὺς μὲν εἴσω, τοὺς δὲ ἔξω