Ancient Greek
418 to 421
Damascius, In Parmenidem 418-421
Unproofread scanNot analysed yet
ἐκ διειλημμένων] διηρημένων Β ἔτι] οὐδέτι οὐδέτι τε (τε οὐδενι. συντεταγμένων. μέρος. Διόπερ οὐδὲ πηγὴ μία τῶν πολλῶν αὕτη γε, ἀλλὰ πηγὴ τῶν πηγῶν, καὶ πηγῶν ἀπασῶν, κατὰ τὸ λόγιον, μήτρα συνέχουσα τὰ πάντα. Ἡ δὲ ὁλότης καὶ αὕτη ἡ ἄκρα ἕνωσις οὐ πηγῶν πηγαί, κατὰ τὸ ἀληθές, ἀλλὰ καὶ πρὸς τὰς πηγαίας κοινότητας ἀπερίγραφοι, ὡς οὐδὲ προάγειν βουλόμεναι τοὺς πολλαχῇ διαιρουμένους κόσμους, ἀλλ’ ἡ μὲν εἰς τὸ ὅλον συναιρεῖν ἅπαςτας, ἡ δὲ εἰς τὴν ἀκροτάτην ἕνωσιν· πρῶτον δὲ τὸ πλῆθος ἤρξατο γεννᾶν ἐν ἑαυτῷ τινα μερισμόν. Διὸ καὶ παρ’ Ὀρφεῖ ὁ Φάνης ἀσύντακτός ἐστι πρὸς τοὺς ἄλλους Θεούς. Εἰ δὲ βασιλεύει, πάντως ὅτι τῶν ἐν αὐτῷ βασιλεύει. Τῶν γοῦν μετ’ αὐτὸν ἡ νὺξ ἀφνγεῖται. ΠΕΡΙ ΤΗΣ ΑΚΡΟΤΗΤΟΣ ΤΩΝ ΝΟΗΤΩΝ ΚΑΙ ΝΟΕΡΩΝ. Περὶ τῆς ἀκρότητος τῶν νοητῶν καὶ νοερῶν ἀπορητέον τοιάδε ἄτλα· Περὶ τῆς Πρῶτον μέν, τίς ἡ ἑτερότης ἡ ἀνακύψασα ἐν τῇδε τῇ τάξει· καὶ διὰ τί ἐν τῇδε ἀνέκυψε· καὶ πῶς ἄμα ἑαυτῇ συνεισάγει τὸν ἀριθμόν. Δεύτερον δέ, τίς ὁ ἀριθμὸς ὁ ἀπὸ τῆς ἑτερότητος προϊών, καὶ πῶς ἀπ’ αὐτῆς πρόεισιν, καὶ τί διαφέρει αὐτῆς. Τρίτον ἐπὶ τούτοις, τί χαρακτηρίζει τὴν τάξιν· πότερον ὁ ἀριθμός, ἢ ἡ ἑτερότης, ἢ τὸ συναμφότερον. Τέταρτον, εἰ ἐκ συμβλητῶν ὁ ἀριθμὸς καὶ ἐξ ἀδιαιρέτων, ὡς φησιν ἐν Πολιτείᾳ Σωκράτης· καὶ διὰ τί τοιούτος εἶναι βούλεται ὁ ἀριθμός· καὶ τί μάλιστα εἰδοποιεῖ τὸν ἀριθμόν· πότερον ταῦτα ἢ μᾶλλον τὸ διωρισμένον τῶν μερῶν, ὡς τὸ συνεχὲς εἰδοποιεῖ τὸ συννηνωμένον. Πέμπτον