Ancient Greek
422
Damascius, In Parmenidem 422
Unproofread scanNot analysed yet
δὲ αὖ πρὸς τούτοις, τίνι διαφέρει τοῦ πλήθους ὁ ἀριθμός. Ἔκτον, διὰ τί μετὰ τὸ πλῆθος ὁ ἀριθμὸς εὐθὺς. Ἕβδομον, πῶς οὐχὶ καὶ ταυτότης ἀντίκειται τῇ ἑτερότητι, καὶ ποιεῖ τὸ νοητὸν πλῆθος, ὥσπερ ἡ ἑτερότης τὸν ἀριθμόν. Ὀγδοον, τί διαφέρει μονὰς τοῦ ἑνός, καὶ εἰ μὴ ἑκάστη μονὰς καὶ ἀριθμός, κατὰ τὴν παρμενίδειον κατασκευὴν, καὶ τὸ ἐπ’ ἄπειρον. Ἕνατον, οὖν