Ancient Greek
426
Damascius, In Parmenidem 426
Unproofread scanNot analysed yet
ταύτῃ τῷ διακριτικῷ πλεονάσασα καὶ χαλάσασα τὸ συναγωγόν, ἑτερότης ἐπεφημίσθη δικαίως. Ἐπεὶ καὶ τὸ συναγωγὸν ἔχει πῶς, καὶ αὐτὴ καθόσον μέση ἵσταται τοῦ ἑνὸς καὶ τοῦ ὄντος, οὐκ ἐν τῷ μέσῳ μόνον, ἀλλὰ καὶ ἑκατέρωθι φαινομένη ἐν τοῖς ἄκροις, ὥσπερ αὐ καὶ τὰ ἄκρα ἐν αὐτῇ. Καὶ τί γὰρ οὐ λέγω σαφῶς τὸ δοκοῦν; διχῶς νοητέον τὴν ἐτερότητα, μᾶλλον δὲ