Ancient Greek
427
Damascius, In Parmenidem 427
Unproofread scanNot analysed yet
καὶ τῶν ἄκρων ἐκάτερον, ἢ ὡς ὑποστάσεις τελείας, ἢ ὡς ἰδιότητας ἐν ἀλλήλαις θεωρουμένας, καὶ σὺν ἀλλήλαις πληρούσας τὰς αὐτοτελεῖς ὑποστάσεις· οἷον τὸ ἓν ἔχει ἐν ἑαυτῷ καὶ τὸ ὂν κατὰ προβολὴν ἐνιαίαν, ἢ, ὡς ἂν αὐτὸς εἴποι, καθόσον μεθεκτόν· ἔχει δὲ καὶ τὸ ἕτερον, ὅτι διαφέρει καὶ διέστηκεν τὸ ἓν τοῦ ὄντος, ὡς δύο ἑτεραὶ ἀλλήλων ἰδιότητες. Τρίτη