Ancient Greek
454
Damascius, In Parmenidem 454
Unproofread scanNot analysed yet
ἀπ’ αὐτῆς, ἕκαστον ἄρα πάντα θέλει εἶναι, πλὴν ὅτι κατ’ ἐπικράτειαν τῆς οἰκείας ἰδιότητος, καὶ ἕτι γε τρίτον ὁ μερισμὸς ἀπὸ τοῦ ἀμερίστου. Δεῖ ἄρα καὶ τὸ ἀμέριστον τῷ μερισμῷ συμπροελθεῖν ἀπὸ τῆς αἰτίας· αἰτία δὲ μετέχειν ἀνάγκη τὰ δεύτερα τῶν προτέρων, καὶ ἄνευ τῆς μεθέξεως ταύτης οὐκ ἂν ὑφίστατο. Κατὰ δὲ τὰς τοιαύτας ἀποδείξεις ἀνάγκη τὴν ἐτερότητα