Ancient Greek
455
Damascius, In Parmenidem 455
Unproofread scanNot analysed yet
σὺν τῷ ἐνὶ καὶ σὺν τῷ ὄντι ὁρᾶσθαι, καὶ τρία τουλάχιστον εἶναι. Καὶ ἡ ἑτερότης ἄρα τριάς· ὥστε ἀριθμὸς ἡ ἐτερότης, καὶ κατὰ ἀριθμὸν ὑφεστώσα ἐπικρατοῦντα τῷ μάλιστα διορισμῷ τῆς τριάδος. Οὕτω μέντοι διαφέρει, καὶ οὕτως οὐ διαφέρει ἑτερότης καὶ ἀριθμός· ὡς γὰρ μονὰς ἡ ὅλη συνεστώσα ἐτερότης, οὕτω καὶ ἀριθμός, ἐπεὶ καὶ ἡ μονὰς ἀριθμὸς οὕπω προελθών· καὶ γὰρ