Ancient Greek
523
Damascius, In Parmenidem 523
Unproofread scanNot analysed yet
ἐπ’ ἄπειρον ἢ τοῦ ἀριθμοῦ ἀνάλυσις ἐπινοεῖται, ἀλλ’ ἡ ἀπ’ αὐτοῦ καὶ ἐν αὐτῷ γέννησις τῶν ἰδίων ἔχει πέρας τὸ πρόσφορον, οἷον δημιουργικαῖς τομαῖς ὁριζομένης τῆς ἀπείρου φανταζομένης ἀναλύσεως ἢ συνθέσεως. Ἔδ λέγειν ὅτι καὶ ἡ ἡμετέρα ἐπίνοια εἴσω ὅρων στρέφεται τῆς πεπερασμένης τομῆς τῶν ἠριθμημένων οὐσιῶν· ὥστε γὰρ καὶ ἐπὶ πλεῖστον χρόνον πολλά- 1ο πλασιάζοντες, χωρήσομεν εἰς πλεῖον ἀριθμὸν