Ancient Greek
524 to 526
Damascius, In Parmenidem 524-526
Unproofread scanNot analysed yet
τῆς τοῦ ἰδίου γεννητοῦ περιόδου· ὥστε καὶ ἡ πρὸς ἡμᾶς ἀπειρία ἐντὸς ἐστὶ τῶν ἰδίων τεράτων. Καὶ ὡστε ἂν τὸ κοσμικὸν σῶμα πλείοσι τομαῖς τῶν φυσικῶν ἐπινοήσωμεν τεμνόμενον, ἀμήχανον οἶμαι· ὥστε καὶ τὸ κενεμβατοῦν τῆς ἡμετέρας ἐπινοίας οὐδέποτε φθάνει τὸ ἀληθὲς τῆς δημιουργικῆς ἢ ἀναλύσεως, ἢ συνθέσεως, ἢ διαιρέσεως. Πεπέρασται μὲν οὖν καὶ ἄπειρον πᾶν εἶδός ἐστιν· ἀλλ’ οὔτε τὰ τέρατα πάντα, οὔτε τὰς ἀπειρίας ἡμεῖς καταληψόμεθα, μήτ’ ἀληθείας. Ἐπὶ τούτοις τὸ δέκατον κινητὸν πρόβλημα. Διὰ τί οὖν ἐν τῷ νοητῷ οὐκ ἐστὶν ἀριθμός, καίτοι καὶ ἐκεῖ πλῆθος εἶναι λέγομεν; Ἡ πρῶτον μὲν φησιν, τὸν λογικώτερον τρόπον, ὅτι τὸ μὲν πλῆθος ἐκεῖ κατὰ διαίρεσιν ἐφαίνετο, ὁ δὲ ἀριθμὸς κατὰ σύνθεσιν· δεύτερον δὲ κατὰ τὴν πραγματειωδεστέραν ἐπιβολήν, ὅτι τὸ μὲν πλῆθος ἐκεῖνο τοῦ ὄντος ἦν διαίρεσις· ἐνταῦθα δέ, ἰδίᾳ μὲν ἑνάδων ὁ ἀριθμός, ἰδίᾳ δὲ ὄντων. Ἔτι δὲ τρίτον ἐκεῖνο μὲν τὸ πλῆθος ἐξ ἀνομοίων ἦν καὶ ἀσυμβλητῶν, καὶ ἐπὶ ἐν διαιρετῶν, ὁ δὲ ἀριθμός, ἐξ ἀδιαιρέτων καὶ συμβλητῶν. Εἰ δὲ μονάδες ἐκεῖ καὶ δυάδες καὶ τριάδες, οὐκ ἀριθμοὶ ἂν εἶεν αὐταὶ γε, ἀλλ’ ἀρχαὶ ἀριθμῶν, ἐπεὶ καὶ