Ancient Greek
553
Damascius, In Parmenidem 553
Unproofread scanNot analysed yet
ἦν ὁμοίως καὶ ἰσορρόπως, ἀλλ’ οὐκ ἐπικρατοῦντός τινος ἰδιώματος, πλὴν ὅσον ἡ μὲν πάντα ἐν, ἡ δὲ πάντα ὅλον, ἡ δὲ πάντα πᾶν· δεύτερον δὲ ὅτι οὐδὲ τρεῖς ἀπ’ ἀλλήλων προῆλθον, ἀλλ’ ἡνῶνται εἰς ὑπερβολήν· οἷον εἰ νοήσειεν τις σειρὰν οὐκ ἀνασχομένην προκύψαι τῆς οἰκείας μονάδος· ἐκ δὲ αὐ τρίτων ἡ σειρὰ προποδισμός ἐσῆν οὐσίας ἀπὸ ἑνὸς εἰς πλῆθος ἐκμηρυομένης.