Ancient Greek
554
Damascius, In Parmenidem 554
Unproofread scanNot analysed yet
Ἐν δὲ τῷ τρίτῳ τῶν νοητῶν ἄρχεται κινεῖσθαι καὶ ὅπως οὖν ὁ τοιοῦτος τῶν γεννημάτων μερισμός. Ἔτι δὲ ὅμως μένει ἀμέριστος, καὶ αἰτία μερισμοῦ μᾶλλον ἢ μερισμός· ὅθεν πηγὴ ἐσῆν τῶν πηγῶν. Εἰ γὰρ καὶ ἤδη πολλαὶ ἰδιότητες, μᾶλλον δὲ πᾶσαι ἐκεῖ διαιροῦνται, ἀλλ’ ὁμοῦ πᾶσαι καὶ ἰσόρροποι πρὸς ἀλλήλας, ἢ ἰυγική, ἢ συνοχική, ἢ τελεταρχική, πᾶσαι ἐφεξῆς καὶ ἄλλαι,