Ancient Greek
555 to 556
Damascius, In Parmenidem 555-556
Unproofread scanNot analysed yet
αἱ μὲν μερικώτεραι συννημέναι ἐν ταῖς ὀλιγωτέραις, αἱ δὲ ὀλιγώτεραι διίστασθαι ὡς ἀλλήλων μέλλουσαι, οὕτω δὲ διασῴζαι· ὥστε οἱ ἐφεξῆς πάντες διάκοσμοι πηγαῖοι τὴν μίαν ταύτην ἐκμηρύονται πηγὴν τῶν πηγῶν Εἰ γὰρ καὶ πάντα παντὶ διακόσμῳ, ἀλλὰ κατὰ τὴν μίαν αὐτοῦ ἰδιότητα ἀφὁρίσται τὸ ἕκαστον, πλῆθος ἀπλῶς, καὶ παντότης ἀπλῶς, καὶ κόσμος ἀπλῶς πᾶντας ἐν ἑαυτῷ τοὺς κόσμους συννηκώς. Εἰ δὲ ἀπὸ τοῦ δημιουργοῦ λέγονται αἱ σειραὶ προῖέναι, διπλαῖ εἰσιν αἱ σειραί, αἱ μὲν πηγαῖαι, αἱ δὲ τῶν μεριστῶν ὀχετῶν· καὶ αἱ μὲν τῶν ἐν μέρει διειλημμένων Θεῶν, αἱ δὲ κόσμων ὁλοτελῶν, καὶ αὗται μὲν ἀπὸ τῆς πηγῆς ἐκδίδονται τῶν πηγῶν, ἐκεῖναι δὲ ἀπὸ τῆς πηγῆς τῶν ἀρχῶν. Ἄρα οὖν, φαίη ἂν τις, καὶ ὁ ἀρχικὸς ὅλος κόσμος,