Ancient Greek
569
Damascius, In Parmenidem 569
Unproofread scanNot analysed yet
πρότερον. ἀλλὰ μὴν πρὸς τὸ τρίτον ἐν μὲν ῥητέον ὅτι τῇ ἑνώσει μᾶλλον ἢ διαίρεσις ἐπρεπε, τῇ δὲ διακρίσει ἢ σύνθεσις τῶν γεννημάτων, ἥτοι πολλαπλασίωσις· δεύτερον δὲ ἡ μὲν διαίρεσις τὴν κατ’ εἶδος φυλάττει ταυτότητα τῶν μερῶν, ὡς ἐν ἀεὶ γινομένοις μερικωτέροις, ἡ δὲ σύνθεσις εὐθὺς ἐξαλλάττει τὸ εἶδος δύο γὰρ καὶ δύο οὐκ ἐστὶ δυάς, ἀλλὰ τετράς, ἄλλο