Ancient Greek
570
Damascius, In Parmenidem 570
Unproofread scanNot analysed yet
εἶδος ἀπ’ ἄλλου· ἐκεῖ δὲ τὸ νοητὸν ὁμοειδῶς προιέναι βούλεται διὰ τὴν ἀφραστον ἕνωσιν· ὅθεν καὶ τὸ μέρος τὸ ὅλον ἦν, καὶ τὸ ἐν ὅν πανταχοῦ τῆς προόδου. Ἐπὶ δὲ ἐκ τρίτων λέγωμεν ὅτι τὸ μὲν νοητὸν εἴσω τίκτει. Περιεχόμενον ἄρα ἐν τῷ ὅλῳ τίκτει τὰ μέρη· ἡ δὲ γόνιμος αὕτη τάξις ἤδη καὶ ἔξω γεννᾷ τῆς οἰκείας οὐ δυναμένα