Ancient Greek
585
Damascius, In Parmenidem 585
Unproofread scanNot analysed yet
Β πρὸς τὸ ζο. ν. θέντων, προσήκοι ἂν τῇδε τῇ τάξει κατὰ δίκην οὐ μόνον ὡς ἀναφὴς καὶ ἀσχημάτιστος καὶ ἀχρώματος, ὡς φησιν ὁ ἐν Φαίδρῳ Σωκράτης, ἀλλὰ καὶ ὅτι πάντα ἐκεῖθεν ὥρμηται ὡς ἀπὸ τόπου καὶ πάντα ἐκεῖσε ἐπείγεται ὡς εἰς τόπον. Καὶ γὰρ πᾶσα κίνησις πόθεν ποῖ. Οὐκοῦν ὡς μὲν πόθεν, πάντα ἀπ’ αὐτῆς προέρχεται ὡς δὲ ποῖ,