Ancient Greek
586
Damascius, In Parmenidem 586
Unproofread scanNot analysed yet
πάντα εἰς αὐτὴν ἐπιστρέφει ὥστε γόνιμος μὲν, ὡς πόθεν ὁ τόπος ἐκεῖνος, ἀνακλητικός δὲ καὶ συναγωγός, ὡς ποῖ. Καὶ δὴ καὶ πάντα ἀπὸ ἀριθμοῦ διακρίνεται, καὶ ἐν ἀριθμῷ μένει διακριθέντα ἔτι δὲ καὶ ἀπὸ μονάδος καὶ εἰς μονάδα, ἀριθμὸς δὲ καὶ ἡ μονάς. Ἔτι δὲ ὡς μὲν τὰ διακρινόμενα περιέχων, τὸ ποῖ αὐτῶν ὁ ἀριθμός, ὡς δὲ σκορπίζων αὐτὰ καὶ