Ancient Greek
587 to 588
Damascius, In Parmenidem 587-588
Unproofread scanNot analysed yet
διακρίνων, τὸ πόθεν. Καὶ μὴν πρὸς τὸ ὄγδοον δύο μὲν οἱ ἀριθμοὶ διωρισμένοι, ὁ μὲν ἐνιαῖος, ὁ δὲ ἐκείνῳ συννηρημένος. Εἰ δὲ εἰς ὁ συναμφότερος, οὐχ ὡς ἐξ ἀσυμβλήτων μονάδων εἰς, ἀλλ’ ὡς ἐκ συνθέτων. Ἐπεὶ καὶ ὁ ἐγκόσμιος Θεὸς μία μονάς, σύνθετος ἐκ σώματος καὶ ψυχῆς καὶ νοῦ καὶ Θεότητος, ἀλλ’ ὡς κατὰ μίαν ἰδιότητα τοῦ ἐγκοσμίου Θεοῦ, μονὰς ἐσὶν καὶ ὁ τῶν ἐγκοσμίων ἀριθμὸς ἐκ συμβλητῶν κατὰ τὸ εἶδος τοῦτο μονάδων, οὕτως ἄρα καὶ ὁ μεθεκτὸς ἀριθμός, ἐκ μονάδων συνθέτων, τοῦ τε ἑνὸς καὶ τοῦ ὄντος, ἄτε σύνθετος ὢν. Ἔνατον οἱ Θεοὶ τοῖς θεουργοῖς τὰ ἱερὰ συνθήματα παραδεδώκασιν ἐν τῇδε τῇ τάξει ἐκφαινόμενα οὐχ ὅτι καὶ ἐν τοῖς νοητοῖς οὐκ ἔστι τὰ σύμβολα τῶν Θεῶν