Ancient Greek
59
Damascius, In Parmenidem 59
Unproofread scanNot analysed yet
τοῦτο καὶ πρὸς ψυχὴν σύμμετρος γέγονεν· ἢ γὰρ τῶν νόων μεριστὴ ὑπόστασις πρὸ τῆς ψυχικῆς ἐστὶν διαιρέσεως· πάλιν ἄξιοι μηδὲν τῶν δευτέρων ἀνελίττειν δύνασθαι πᾶσαν τὴν τῶν προτέρων οὐσίαν, ἀλλὰ μένειν τι ἐν ἐκείνοις ἐξαιρετον· καὶ δῆλον ὅτι τὸ ἀκρότατον· εἰ δὲ τοῦτο, πρῶτον μὲν ἄγονον τοῦτο ποιήσομεν· δεύτερον δὲ μὴ ἐπιπλέον φθάνειν ἀεὶ τὸ ὑπέρτερον, εἴπερ τὸ ἄκρον τοῦτο