Ancient Greek
60
Damascius, In Parmenidem 60
Unproofread scanNot analysed yet
οὐδὲ πρόεισιν εἰς τὰ δεύτερα, καὶ ἔτι πρὸς τούτοις οὐδενὸς αἴτιον ἐστὶ τὸ ἐγγυτέρω τῆς πάντων αἰτίας· ἢ ῥητέον ὅτι τὸ ἑκάστου ἄρρητον καὶ ἀπὸ τῆς ἀρρήτου ἧκον αἰτίας, δι᾽ αὐτὸ γε τοῦτο κατὰ ἀναλογίαν μένει τε πάντων ἐξηρημένον ἀεὶ τῶν ἐφεξῆς· καὶ οὔτε γεννητικόν, οὔτε υἱὸν ἄξιον καλεῖσθαι· ὅτι ὑπὲρ πάντα ταῦτα πρὸς τὰ μετ᾽ αὐτό, ὡς ἡ μία