Ancient Greek
592 to 593
Damascius, In Parmenidem 592-593
Unproofread scanNot analysed yet
καὶ ὑπερουράνιος ἐσὶν, ὡς ἀνάλογον ἐστώσα τῇ ὑπὲρ τόνδε τὸν οὐρανὸν φανταζομένη χώρᾳ κενῇ καὶ ἀπείρῳ καὶ ἀφανεῖ, εἰς ὁ καὶ ὁ Σωκράτης ἀποβλέπων ἀναφῆ καὶ ἀσχημάτιστον καὶ ἀχρώματον αὐτὴν ἀνυμνεῖ. Διὰ τοῦτο καὶ Ὀρφεὺς νύκτα αὐτὴν προσηγόρευσεν, ὡς ὑπὲρ τὴν ἐμφανὴ τοῦ οὐρανοῦ ἐκεῖνον μαρμαρυγὴν. Ἵσως δὲ καὶ ὅτι τῆς νυκτὸς ὁ κῶνος εἰς ὀξὺ λήγει, καθάπερ καὶ αὐτὴ εἰς τὸ ἀμερέστατον ἀποκορυφοῦται τῆς νοερᾶς οὐσίας. Διὸ καὶ ἀριθμῷ προσέοικεν, ὅτι κῶνός τις καὶ ὁ ἀριθμός, κορυφὴν ἔχων τὴν μονάδα καὶ βάσιν τὸ ἑαυτοῦ ἕκαστον εἶδος. Οὕτω δὲ καὶ ἡ ἑτερότης ἀεὶ ἀφ’ ἑνὸς πολλὰ διακρίνει, καὶ ὅσῳ μᾶλλον πρόεισιν, εὐρύνεται μᾶλλον. Εἰ δὲ οἱ θεοὶ ἴυγγα αὐτὴν ὤνόμασαν, εἴτε ἀπὸ τοῦ ὀργάνου, ὡς ἀπορρήτως καὶ ἐξαίφνης