Ancient Greek
594
Damascius, In Parmenidem 594
Unproofread scanNot analysed yet
πάντα δρῶντος, ὅτι καὶ ἐκείνη τάχιστα πολλαπλασιάζει τε τὰς οἰκείας γονάς, καὶ συναιρεῖ πρὸς ἑαυτὴν ἀναλύουσα· διὸ καὶ τὰς ψυχὰς ἁρπάζειν εἴρηται πρὸς τὸ ἄνω· ἐπεὶ καὶ τὸ ὄργανον εἴσω μὲν στρεφόμενον προκαλεῖται θεούς, ἔξω δέ, ἀπολύει τοὺς κληθέντας· εἴτε ἀπὸ τοῦ ἰύζω, φωνῆς ἐνθουσιαστικῆς τε καὶ εἰς ὀξὺ ἀποτελευτώσης, πάντη ἂν ἔχοι καὶ τοῦτο τὸ ὄνομα πρεπόντως. Ἀλλὰ μὴν