Ancient Greek
628
Damascius, In Parmenidem 628
Unproofread scanNot analysed yet
ἀκριβολογουμένοις ἡ κίνησις καὶ ἡ στάσις φαίνεται περὶ τὴν συμπληρωτικὴν τῆς οὐσίας ἐνέργειαν, στοιχεῖα μὲν οὖσας τῆς οὐσίας, ἀλλ' ὡς ἐνεργοῦ τινος, οὐχ ὡς οὐσίας μόνον· ἡ δὲ οὐσία εἶναι βούλεται μόνον, καὶ οὕτω διέστη εἰς δύναμιν καὶ ἐνέργειαν· ἡ δὲ ζωὴ οὐσία, καὶ ταῦτα ἀφ' ἑαυτῆς ἤδη προβαλλομένη κατὰ διάστασιν, μᾶλλον δὲ ἡ μὲν ζωὴ οὐσία εἰς δύναμιν ἐκταθεῖσα,