Ancient Greek
629 to 630
Damascius, In Parmenidem 629-630
Unproofread scanNot analysed yet
ὁ δὲ νοῦς ἤδη καὶ εἰς ἐνέργειαν. Διόπερ ἐν τούτῳ μὲν ἤδη κίνησις καὶ στάσις ἐκφανῶς τὴν νοερὰν συμπληροῦσιν οὐσίαν ὡς κεκινημένην καὶ νοοῦσαν, ν. σαν, ἐν δὲ τῇ ζωῇ, ἅτε κατὰ δύναμιν ἐστώση μᾶλλον, δοκοῦσι μὲν εἶναι καθὅσον καὶ ἡ δύναμις ἐνέργειά πώς ἐστὶ πρὸ ἐνεργείας, ὡς φασιν· οὐ μέντοι ἐκφανεῖς, ἀλλὰ σφύζουσαι τῷ οἰκείῳ τούτῳ σφυγμῷ, τὴν ζωὴν οὐσίαν ἀπέφηναν, ὃν ὁ Παρμενίδης κατὰ μικρὸν ἰδὼν βαλλόμενον, εἴσω μένουσαν ἐν τῇ οὐσία διαίρεσιν ἐθεάσατο, καὶ οἷον ἐκτένειαν τὴν ζωήν, κατωτέρω δὲ ἐκφανεῖσαν κίνησιν καὶ στάσιν· καὶ ἔτι πορρωτέρω ταυτότητα καὶ ἑτερότητα, ὅτι αὐταὶ οὐδὲ κατὰ τὸ εἶναι ἢ ἐνεργεῖν, ἀλλὰ κατὰ τὴν πρὸς ἄλληλα σχέσιν ἢ κοινωνίας τινός, ἢ ἀκοινωνησίας· ἐπεὶ καί, ὡς χαλδαϊκῶς