Ancient Greek
646
Damascius, In Parmenidem 646
Unproofread scanNot analysed yet
ὁμοίων καὶ συμβλητῶν συνιστάνειν τὸν ἀριθμόν. Καὶ γὰρ ἀνάγκη πᾶσαν μονάδα τουλάχιστον εἶναι τριάδα, ὡς εἴρηται πρὸςθεν· καὶ οὕτω πᾶσαι ἔσονται συμβληταί, τὸ εἶδος ἔχουσαι κοινὸν τῆς μονάδος· πᾶσα γὰρ μονὰς ἀριθμὸς καὶ ἀριθμοῦ. ἀλλὰ δὴ πρὸς τὸ ἕνατον, ὡς τὴν ἑτερότητα καὶ τὸ ὄν, καὶ τὸ ἐν διχῇ ἐνοοῦμεν, καὶ ὡς ἰδιότητας ἁπλᾶς καὶ ὡς οὐσίας ἐν ἀλλήλαις μένουσας,