Ancient Greek
647
Damascius, In Parmenidem 647
Unproofread scanNot analysed yet
εἰδοποιουμένας δὲ τῇ ἐπικρατείᾳ τοῦ ἑνός, οὕτω καὶ ὁ ἀριθμός, ὁ μὲν ἰδιότης, ὁ δὲ οὐσία κατ' ἐπικράτειαν. Ὅταν μὲν οὖν διανέμῃ αὐτὸν καὶ εἰς τὸ ἐν καὶ εἰς τὸ ὄν, τότε ὡς ἰδιότητα διανέμει ἐν ἑκάστῃ θεωρουμένην. Καὶ γὰρ τὸ ἐν ἔχει ἴδιον ἀριθμόν, καὶ τὸ ὄν καὶ ἡ ἑτερότης· ὅταν δὲ δοκῇ δύο μόνους ποιεῖν τὸν τῆς ἑτερότητος,